TLG 1288 003 :: CRATERUS :: Fragmenta

CRATERUS Hist.
(Macedo: 4–3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 617–622.

Frr. 1–18

Citation: Fragment — (line)

t1-18

ΨΗΦΙΣΜΑΤΩΝ ΣΥΝΑΓΩΓΗ.

t1-3

E LIBRO TERTIO.

1

Stephanus Byz.: Καρήνη, πόλις Μυσίας. Ἡρόδοτος ἑβδόμῃ. Τὸ ἐθνικὸν Καρηναῖος, ὡς Κράτερος γʹ Περὶ
ψηφισμάτων· «Γρυνεῖς, Πιταναῖοι, Καρηναῖοι.»617

2

Idem v. Δῶρος: Ἔστι καῖ Καρίας Δῶρος πόλις, ἣν συγκαταλέγει ταῖς πόλεσι ταῖς Καρικαῖς Κράτερος ἐν τῷ Περὶ ψηφισμάτων γʹ· «Καρικὸς φόρος· Δῶρος, Φασελῖται ...»

3

Idem: Τυρέδιζα, πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόδιζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. Τὸ ἐθνικὸν δεῖ Τυροδιζαῖος, ὡς Γαζαῖος· νῦν δὲ Τυροδιζηνοὶ λέγονται, ὡς Κράτερος ἐν τρίτῳ Περὶ
5ψηφισμάτων.

t4-9

E LIBRO QUARTO.

4

Harpocration: Ναυτοδίκαι· Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην, εἰ γνήσιος ὁ λόγος. Ἀρχή τις ἦν Ἀθήνη‐ σιν οἱ ναυτοδίκαι· Κράτερος γοῦν ἐν τῷ δʹ τῶν Ψηφι‐ σμάτων φησίν· «Ἐὰν δέ τις ἐξ ἀμφοῖν ξένοιν γεγονὼς
5φρατρίζῃ, διώκειν εἶναι τῷ βουλομένῳ Ἀθηναίων, οἷς [ἔξεστιν, ἐν τοῖς ναυτοδίκαις· οἷς δὲ] δίκαι εἰσὶ [πρὸς τοὺς ξένους] λαγχάνειν τῇ ἕνῃ καὶ νέᾳ πρὸς τοὺς ναυτο‐ δίκας.» Ἀριστοφάνης Δαιταλεῦσιν· «Ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένην ἐξαίφνης.»

4a

Pollux VIII, 126: Οἱ δὲ ναυ‐ τοδίκαι ἦσαν οἱ τὰς τῆς ξενίας δίκας εἰσάγοντες Ad‐ dit: ὑβριστοδίκαι δὲ ἐκαλοῦντο, εἴ τι χρὴ Κρατέρῳ πιστεύειν τῷ τὰ ψηφίσματα συνάγοντι, οἱ μὴ βουλόμε‐
5νοι τὰς δίκας εἰσαγαγεῖν· ἐπεπο.λασε δὲ τὸ τοιοῦτον ἐν
Σικελίᾳ.618

5

Lexicon Rhetor. ad calc. Photii: Εἰσ‐ αγγελία· κατὰ κοινῶν καὶ ἀγράφων ἀδικημάτων· αὕτη μὲν οὖν ἡ Καικιλίου δόξα. Θεόφραστος δὲ ἐν τῷ τετάρτῳ Περὶ νόμων φησὶ γενέσθαι, ἐάν τις καταλύῃ
5τὸν δῆμον ῥήτωρ, ἢ μὴ τὰ ἄριστα συμβουλεύῃ [τῷ δήμῳ] χρήματα λαμβάνων, ἢ ἐάν τις προδιδοὺς χω‐ ρίον ἢ ναῦς ἢ πεζὴν στρατιὰν, ἢ ἐάν τις εἰς τοὺς πολεμίους ἀφικνῆται [ἄνευ τοῦ πεμφθῆναι παρὰ τοῦ δήμου] ἢ μισθοφορῇ παρ’ αὐτοῖς ἢ στρατεύ‐
10ηται μετ’ αὐτῶν, ἢ δῶρα λαμβάνῃ [ἐπὶ βλάβῃ τοῦ δή‐ μου]. Συνομολογεῖ δὲ τοῖς ὑπὸ Θεοφράστου, ὅτι Θεμιστοκλέα εἰσήγγειλε κατὰ Κράτερον Λεωβότας Ἀλκμαίωνος Ἀγραύληθεν.

5a

Schol. Aristoph. Eccles. v. 1089: [Τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καν‐ νώνου σαφῶς ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.] Ψήφισμα γεγράφει κατεχόμενον ἑκατέρωθεν ἀπολο‐
5γεῖσθαι τὸν κατ’ εἰσαγγελίαν κρινόμενον· Κράτερος δὲ καὶ πρὸς κλεψύδραν κελεῦσαι· Ξενοφῶν δὲ εἰς τὸ βάραθρον ἐμβληθέντα ἀποθανεῖν καὶ
τὴν οὐσίαν ἀπολέσαντα.619

6

Plutarchus Aristid. c. 26: Τελευτῆσαι δ’ Ἀριστείδην οἱ μὲν ἐν Πόντῳ φασὶν ἐκπλεύσαντα πράξεων ἕνεκα δη‐ μοσίων, οἱ δ’ Ἀθήνησι γήρᾳ τιμώμενον καὶ θαυμαζόμε‐ νον ὑπὸ τῶν πολιτῶν. Κράτερος δ’ ὁ Μακεδὼν τοιαῦτα
5τινα περὶ τῆς τελευτῆς τοῦ ἀνδρὸς εἴρηκε. Μετὰ γὰρ τὴν Θεμιστοκλέους φυγήν φησιν ὥσπερ ἐξυβρίσαντα τὸν δῆμον ἀναφῦσαι πλῆθος συκοφαντῶν, οἳ τοὺς ἀρίστους καὶ δυνατωτάτους ἄνδρας διώκοντες ὑπέβαλλον τῷ φθόνῳ τῶν πολλῶν ἐπαιρομένων ὑπ’ εὐτυχίας καὶ δυνάμεως. Ἐν
10τούτοις καὶ Ἀριστείδην ἁλῶναι δωροδοκίας, Διοφάντου τοῦ Ἀμφιτροπῆθεν κατηγοροῦντος, ὡς, ὅτε τοὺς φόρους ἔπραττε, παρὰ τῶν Ἰώνων χρήματα λαβόντος, ἐκτῖσαι δ’ οὐκ ἔχοντα τὴν καταδίκην πεντήκοντα μνῶν οὖσαν ἐκπλεῦσαι καὶ περὶ τὴν Ἰωνίαν ἀποθανεῖν. Τούτων
15οὐδὲν ἔγγραφον ὁ Κράτερος τεκμήριον παρέσχεν, οὔτε δίκην οὔτε ψήφισμα, καίπερ εἰωθὼς ἐπιεικῶς γράφειν τὰ τοιαῦτα καὶ παρατίθεσθαι τοὺς ἱστοροῦντας. Οἱ δ’ ἄλλοι πάντες, ὡς ἔπος εἰπεῖν, ὅσοι τὰ πλημμεληθέντα τῷ δήμῳ περὶ στρατηγοὺς διεξίασι, τὴν μὲν Θεμιστο‐
20κλέους φυγὴν καὶ τὰ Μιλτιάδου δεσμὰ καὶ τὴν Περι‐ κλέους ζημίαν καὶ τὸν Πάχητος ἐν τῷ δικαστηρίῳ θάνατον ἀνελόντος αὑτὸν ἐπὶ τοῦ βήματος, ὡς ἡλίσκετο, καὶ πολλὰ τοιαῦτα συνάγουσι καὶ θρυλοῦσιν, Ἀριστεί‐ δου δὲ τὸν μὲν ἐξοστρακισμὸν παρατίθενται, καταδίκης
25δὲ τοιαύτης οὐδαμοῦ μνημονεύουσι.620

7

Plutarch. Cimon. c. 12, 5: Τοῦτο τὸ ἔργον οὕτως ἐταπείνωσε τὴν γνώμην τοῦ βασιλέως, ὥστε συνθέσθαι τὴν περιβόητον εἰρήνην ἐκείνην, ἵππου μὲν δρόμον ἀεὶ
5τῆς Ἑλληνικῆς ἀπέχειν θαλάσσης, ἔνδον δὲ Κυανέων καὶ Χελιδονίων μακρᾷ νηὶ καὶ χαλκεμβόλῳ μὴ πλέειν. Καίτοι Καλλισθένης οὔ φησι ταῦτα συνθέσθαι τὸν βάρ‐ βαρον, ἔργῳ δὲ ποιεῖν διὰ φόβον τῆς ἥττης ἐκείνης καὶ μακρὰν οὕτως ἀποστῆναι τῆς Ἑλλάδος, ὥστε πεντή‐
10κοντα ναυσὶ Περικλέα καὶ τριάκοντα μόναις Ἐφιάλτην ἐπέκεινα πλεῦσαι Χελιδονίων καὶ μηδὲν αὐτοῖς ναυτι‐ κὸν ἀπαντῆσαι παρὰ τῶν βαρβάρων. Ἐν δὲ τοῖς Ψηφί‐ σμασιν, ἃ συνήγαγε Κράτερος, ἀντίγραφα συνθηκῶν ὡς γενομένων κατατέτακται. Φασὶ δὲ καὶ βωμὸν Εἰ‐
15ρήνης διὰ ταῦτα τοὺς Ἀθηναίους ἱδρύσασθαι καὶ Καλ‐ λίαν τὸν πρεσβεύσαντα τιμῆσαι διαφερόντως.

8

Harpocration.: Ὅτι διαμαρτά‐ νει Δημοσθένης ἐν τῷ Κατὰ Νεαίρας Πλαταιέας γεγρά‐ φθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν οὐδὲ Κράτερος ἐν τῇ τῶν Ψηφισμάτων συναγωγῇ.

9

Schol. Aristoph. Av. 1073: [Διαγόραν τὸν Μή‐ λιον] Ταῦτα ἐκ τοῦ ψηφίσματος εἴληφεν. Οὕτως γὰρ ἐκήρυξαν [κατ’ αὐτοῦ Ἀθηναῖοι καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν addit Suid.], τῷ μὲν ἀποκτείναντι αὐτὸν
5τάλαντον λαμβάνειν, τῷ δὲ ἄγοντι δύο. Ἐκηρύχθη δὲ τοῦτο διὰ τὸ ἀσεβὲς αὐτοῦ, ἐπεὶ τὰ μυστήρια πᾶσι διηγεῖτο κοινοποιῶν αὐτὰ καὶ μικρὰ ποιῶν καὶ τοὺς βουλομένους μυεῖσθαι ἀποτρέπων, καθάπερ Κράτερος ἱστορεῖ.

t10-18

E LIBRO NONO.

10

Harpocration: Ἄνδρων. Ἀντιφῶν ἐν τῷ Πρὸς τὴν Δημοσθένους ἀντιγραφήν. Ἄνδρωνά φησιν εἶναι Κρά‐ τερος ἐν θʹ τῶν Ψηφισμάτων τὸν γράψαντα τὸ ψήφισμα τὸ περὶ Ἀντιφῶντος τοῦ ῥήτορος. Ἦν δὲ εἷς τῶν υʹ
5ὁ Ἄνδρων.

11

Schol. Arist. Lysistr. 313: τῶν ἐν Σάμῳ στρα‐ τηγῶν] Δίδυμος καὶ Κράτερός φασι ταῦτα αἰνίττεσθαι
εἰς Φρύνιχον τὸν Στρατωνίδου. Ἐκακοηθεύσατο γὰρ πρὸς τὸν δῆμον ἐν Σάμῳ στρατηγῶν· ὥστε ἐψηφίσατο621
5κατ’ αὐτοῦ ὁ δῆμος δημόσια εἶναι τὰ Φρυνίχου χρήματα καὶ τῆς θεοῦ τὸ δέκατον μέρος, καὶ τὴν οἰκίαν κατε‐ σκάφθαι αὐτοῦ, καὶ ἄλλα πολλὰ κατ’ αὐτοῦ ἔγραψεν ἐν στήλῃ χαλκῇ.

12

Harpocration: Νύμφαιον. Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντός φησι· «Νύμφαιον τὸ ἐν Πόντῳ.» Κρά‐ τερος δὲ ἐν θʹ τῶν Ψηφισμάτων φησὶν ὅτι Ἀθηναίοις τὸ Νύμφαιον ἐτέλει τάλαντον.

13 et 14

Stephanus Byz.: Ἀρταῖα. Ἔστι καὶ Ἀρταίου τεῖχος πολίχνιον ἐπὶ τῷ Ῥυνδακῷ ποταμῷ, ὡς Κράτερος ἐννάτῳ Περὶ ψηφισμάτων. Τὸ ἐθνικὸν Ἀρταιοτειχίτης.

14

Stephan. Byz.: Ληψήμανδος, πολίχνιον Καρίας, τὸ ἐθνικὸν Ληψημανδεύς. Κράτερος ἐννάτῳ Περὶ ψηφι‐ σμάτων.

15

Zenobius II, 28: Ἀττικὸς πάροικος· Δοῦρις ... Κράτερος δὲ ἀπὸ τῶν εἰς Σάμον πεμ‐ φθέντων Ἀθήνηθεν ἐποίκων τὴν παροιμίαν εἰρῆσθαι (φησίν) ... Ἀττικοὶ γὰρ μεταπεμφθέντες εἰς Σάμον καὶ
5ἐκεῖ κατοικήσαντες τοὺς ἐγχωρίους ἐξέωσαν.

16a

Stephan. Byz: Χαλκητόριον, πόλις Κρήτης. Ὁ πο‐ λίτης Χαλκητορεύς. Ἀπολλόδωρος τετάρτῳ Χρονικῶν· μεθ’ οὗ Χαρίδημος ἦν φυγὰς Χαλκητορεύς. Κράτερος δὲ ἐν τῷ Περὶ ψηφισμάτων Χαλκήτορας αὐτούς φησι.

16b

Idem v. Χαλκεῖα: Ἐστὶ καὶ Καρίας Χαλκεῖα, ἧς τὸ ἐθνικὸν Χαλκειάτης, ὡς Κρατέρῳ δοκεῖ.

17

Harpocratio: Ἀρκτεῦσαι Λυσίας ἐν τῷ Ὑπὲρ Φρυ‐ νίχου θυγατρὸς, εἰ γνήσιος, τὸ καθιερωθῆναι πρὸ γά‐ μων τὰς παρθένους τῇ Ἀρτέμιδι τῇ Μουνυχίᾳ ἢ τῇ Βραυρωνίᾳ. Τὰ δὲ συντείνοντα εἰς τὰ προκείμενα
5εἴρηται παρά τε ἄλλοις καὶ Κρατέρῳ ἐν τοῖς Ψηφίσμασιν. Ὅτι δὲ αἱ ἀρ‐ κτευόμεναι παρθένοι ἄρκτοι καλοῦνται, Εὐριπίδης Ὑψι‐ πύλῃ, Ἀριστοφάνης Λημνίοις καὶ Λυσιστράτῃ.

18

Phlegon. Mir. c. 32: Κράτερος δέ φησιν, ὁ Ἀντι‐ γόνου τοῦ βασιλέως ἀδελφὸς, γινώσκειν τινὰ ἄνθρωπον, ὃν ἐν ἑπτὰ ἔτεσιν παῖδα γενέσθαι καὶ μειράκιον καὶ ἄνδρα καὶ γέροντα, καὶ γήμαντα καὶ παιδοποιησάμενον
5ἀποθανεῖν.622